Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.108 Joseph. BJ 7.116 (English) >>Joseph. BJ 7.122

7.113οὐχ ὥσπερ ἄν τις αὐχῶν ὅτι τηλικαύτην οὖσαν καὶ τοσαύτην εἷλε κατὰ κράτος, ἀλλὰ πολλάκις ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως ὑπάρξασι καὶ ταύτην ἐπὶ τῇ πόλει τὴν τιμωρίαν γενέσθαι παρασκευάσασιν· οὕτως ἔκδηλος ἦν οὐκ ἂν θελήσας ἐκ τῆς συμφορᾶς τῶν κολασθέντων γενέσθαι τῆς ἀρετῆς τὴν ἐπιφάνειαν. 7.114τοῦ δὲ πολλοῦ πλούτου τῆς πόλεως ἔτι κἀν τοῖς ἐρειπίοις οὐκ ὀλίγον μέρος ἀνηυρίσκετο· 7.115τὰ μὲν γὰρ πολλὰ ἀνέσκαπτον οἱ Ῥωμαῖοι, τὰ πλείω δὲ ἐκ μηνύσεως τῶν αἰχμαλώτων ἀνῃροῦντο, χρυσόν τε καὶ ἄργυρον καὶ τῆς ἄλλης τὰ τιμιώτατα κατασκευῆς, ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου τύχας κατὰ γῆς ἀποτεθησαυρίκεσαν. 7.116

Τίτος δὲ τὴν προκειμένην ποιούμενος πορείαν ἐπʼ Αἴγυπτον καὶ τὴν ἔρημον τάχιστα διανύσας ἧκεν εἰς Ἀλεξάνδρειαν, 7.117καὶ πλεῖν ἐπὶ τῆς Ἰταλίας διεγνωκὼς δυοῖν αὐτῷ ταγμάτων συνηκολουθηκότων ἑκάτερον ὅθεν περ ἀφῖκτο πάλιν ἀπέστειλεν, εἰς μὲν τὴν Μυσίαν τὸ πέμπτον, εἰς Παννονίαν δὲ τὸ πεντεκαιδέκατον. 7.118τῶν αἰχμαλώτων δὲ τοὺς μὲν ἡγεμόνας Σίμωνα καὶ Ἰωάννην, τόν τʼ ἄλλον ἀριθμὸν ἑπτακοσίους ἄνδρας ἐπιλέξας μεγέθει τε καὶ κάλλει σωμάτων ὑπερβάλλοντας, προσέταξεν εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα κομίζεσθαι βουλόμενος αὐτοὺς ἐν τῷ θριάμβῳ παραγαγεῖν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.108 Joseph. BJ 7.116 (English) >>Joseph. BJ 7.122

Powered by PhiloLogic